Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 7.40 | Dem. 7.44 (English) | >>Dem. 7.46 |
7.42διαφέρονται δὲ πρὸς ὑμᾶς , σκέψασθε εἰ περὶ μικροῦ . ἑαυτῶν φασι τὴν χώραν οὖσαν οἰκεῖν καὶ οὐχ ὑμετέραν , καὶ τὰ μὲν ὑμέτερα εἶναι ἐγκτήματα ὡς ἐν ἀλλοτρίᾳ , τὰ δὲ ἑαυτῶν κτήμαθʼ ὡς ἐν οἰκείᾳ , καὶ ταῦθʼ ὑμέτερον πολίτην γράψαι ἐν ψηφίσματι , Κάλλιππον Παιανιέα .
7.43καὶ τοῦτό γʼ ἀληθῆ λέγουσιν · ἔγραψε γάρ , καὶ ἐμοῦ γʼ αὐτὸν γραψαμένου παρανόμων γραφὴν ὑμεῖς ἀπεψηφίσασθε · τοιγάρτοι ἀμφισβητήσιμον ὑμῖν τὴν χώραν κατεσκεύακεν . ὁπότε δὲ περὶ τούτου τολμήσετε πρὸς Καρδιανοὺς διαδικάζεσθαι , εἴθʼ ὑμετέρα ἐστὶν εἴτʼ ἐκείνων ἡ χώρα , διὰ τί οὐ καὶ πρὸς τοὺς ἄλλους Χερρονησίτας τὸ αὐτὸ δίκαιον ἔσται ;
7.44καὶ οὕτως ὑβριστικῶς ὑμῖν κέχρηται ὥστε φήσιν , ἂν μὴ θέλωσι διαδικάζεσθαι οἱ Καρδιανοί , αὐτὸς ἀναγκάσειν , ὡς ὑμῶν γʼ οὐκ ἂν δυναμένων οὐδὲν ἀναγκάσαι Καρδιανοὺς ὑμῖν ποιῆσαι · ἐπειδὴ δʼ ὑμεῖς οὐ δύνασθε , αὐτός φησι τοῦτʼ ἀναγκάσειν αὐτοὺς ποιῆσαι . ἆρʼ οὐ μεγάλα φαίνεται ὑμᾶς εὐεργετῶν ;
7.45καὶ ταύτην τὴν ἐπιστολήν τινες εὖ ἔφασαν γεγράφθαι , οἳ πολὺ ἂν δικαιότερον ὑφʼ ὑμῶν ἢ Φίλιππος μισοῖντο . ἐκεῖνος μέν γʼ ἑαυτῷ κτώμενος δόξαν καὶ μεγάλʼ ἀγαθὰ ἅπαντα καθʼ ὑμῶν πράττει · ὅσοι δʼ Ἀθηναῖοι ὄντες μὴ τῇ πατρίδι , ἀλλὰ Φιλίππῳ εὔνοιαν ἐνδείκνυνται , προσήκει αὐτοὺς ὑφʼ ὑμῶν κακοὺς κακῶς ἀπολωλέναι , εἴπερ ὑμεῖς τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 7.40 | Dem. 7.44 (English) | >>Dem. 7.46 |